Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.64 Joseph. AJ 2.69 (English) >>Joseph. AJ 2.74

2.67τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. 2.68μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, 2.69ἀλλʼ ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετʼ οἰκείας ἡδονῆς τὸν ταῦθʼ ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες.” τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν. 2.70

Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα. 2.71ἦν δὲ τοιαῦτα· “τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.64 Joseph. AJ 2.69 (English) >>Joseph. AJ 2.74

Powered by PhiloLogic